Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.96 Joseph. AJ 2.101 (English) >>Joseph. AJ 2.106

2.99ὑπὲρ δὲ τοῦ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ συμβεβηκότα αὐτῷ μετὰ τὴν ἰδίαν ἀπαλλαγὴν ταῦτʼ ἔπραττε μαθεῖν τε βουλόμενος καὶ τὰ περὶ Βενιαμὶν τὸν ἀδελφόν· ἐδεδίει γάρ, μὴ κἀκεῖνον ὁμοίως οἷς εἰς αὐτὸν ἐτόλμησαν εἶεν ἀπεσκευασμένοι τοῦ γένους. 2.100

Οἱ δʼ ἦσαν ἐν ταραχῇ καὶ φόβῳ κίνδυνον τὸν μέγιστον αὐτοῖς ἐπηρτῆσθαι νομίζοντες καὶ μηδὲν περὶ τἀδελφοῦ κατὰ νοῦν λαμβάνοντες, καταστάντες τε πρὸς τὰς αἰτίας ἀπελογοῦντο Ῥουβήλου προηγοροῦντος, ὃς ἦν πρεσβύτατος αὐτῶν· 2.101ἡμεῖς γὰρ, εἶπεν, οὐ κατὰ ἀδικίαν δεῦρο ἤλθομεν οὐδὲ κακουργήσοντες τὰ βασιλέως πράγματα, σωθῆναι δὲ ζητοῦντες καὶ καταφυγὴν τῶν ἐπεχόντων τὴν χώραν ἡμῶν κακῶν τὴν ὑμετέραν φιλανθρωπίαν ὑπολαβόντες, οὓς οὐχὶ πολίταις μόνοις τοῖς αὐτῶν, ἀλλὰ καὶ ξένοις ἠκούομεν τὴν ἀγορὰν τοῦ σίτου προτεθεικέναι πᾶσι τὸ σώζεσθαι τοῖς δεομένοις παρέχειν διεγνωκότας. 2.102ὅτι δʼ ἐσμὲν ἀδελφοὶ καὶ κοινὸν ἡμῖν αἷμα, φανερὸν μὲν καὶ τῆς μορφῆς τὸ οἰκεῖον καὶ μὴ πολὺ παρηλλαγμένον ποιεῖ, πατὴρ δʼ ἐστὶν ἡμῖν Ἰάκωβος ἀνὴρ Ἑβραῖος, γινόμεθα δώδεκα παῖδες ἐκ γυναικῶν τεσσάρων, ὧν πάντων περιόντων ἦμεν εὐδαίμονες. 2.103ἀποθανόντος δὲ ἑνὸς τῶν ἀδελφῶν Ἰωσήπου τὰ πράγματα ἡμῖν ἐπὶ τὸ χεῖρον μετέβαλεν· τε γὰρ πατὴρ μακρὸν ἐπʼ αὐτῷ πένθος ἦρται καὶ ἡμεῖς ὑπό τε τῆς ἐπὶ τῷ τεθνηκότι συμφορᾶς καὶ τῆς τοῦ πρεσβύτου ταλαιπωρίας κακοπαθοῦμεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.96 Joseph. AJ 2.101 (English) >>Joseph. AJ 2.106

Powered by PhiloLogic